Poem 1, no date (1571), Wilhelm Xylander to Thomas Erastus (BP.Erastus.1571-01)

From Theatrum Paracelsicum
Revision as of 09:44, 16 July 2023 by Jp1428790 (talk | contribs)

Εράστῳ.

Ουδεὶς σοι τὴν βίβλον ὀνόσσεται, ὅς κεν ἐχέφρων
οὐδεὶς, εὐσεβίης ᾧ, σοφίης τε μέλει,
Βάλλ' ὅτως· τάχα γὰρ κε φόως μερόπεσσι γένοιο,
βριθύ τε νημερτοῦς ἄλκαρ ἀκεστορίης.
Αλκαρ ἀκεστορίηστ; ὅφελοσ μέγα πᾶσϊ βροτοῖσϊ
μᾶλλον, ὄσοις θείης φροντὶς ἐτητυμίης
Η μάλα δὴ πολλοὺς καινῆς σπουδὴ κενότητος
λιμενόθου λυγροὺς εἰσπαρέκελσε βύθους
Καὶ σφεπαρωνυχίης ζητοῦντας ὀνήσϊμον ἄλθοσ
ἀφραδέως ὀλσὴν ἤλασεν ἐς φρένεσιν,
Παμβασιλεῦ ὄφελον μοι ἀπ οὔατος αὐτὰ γένοιντο,
ὅσσα κε σπερμολόγος τις φλυάρησε πέοων,
Δημοτέρων μιαροῖς κενεοφροσώησϊ πεποιθὼς,
κερδέωνθ· ἁρπαλέων βουκολέων κομιδῇ
Τοῖσιν ἀριστοπόνοις ἐνενιλλώων σὺ μόγοισῖ
ἦράτε καὶ πινυτήν, ἠδ' ἄκος ἠῦ πόρες.
Θεσπέσιον πάνυχρῆμα πάνυ τρίλλιστον ὀπάσας
βίβλου, θεοπνεύστων τὴν τέκες ἐκ λαγόνων.
Ου μὲν τοι κέρδους λελιημένος, ἀλλὰ φερίστησ
τῆς κοινωφελίης ἕστερα πάντα τιθεὶς.
Ασσον ἔθι φθόνος, ἆσσον ἐπεσβολίητε πελάζου
καὶ ταύτην, πάῤ, ὀδὰξ μάρπτε, σπάραζε βίβλον
Ενθα φθόνος τε ἀμέγαρτοσ ἑοὺς σύνεθραυσεν ἀδόντας
καὶ γλῶσσαν σφετέρην συγκατέτρωγου ἔρις.

Ξύλανδρος.